Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 148-4
Not analysed yet
οὐκ οὖδα δὲ εἰ ἐδίδαξεν ἡμᾶς ταῦτα ἐπειπὼν πῶς ὁ θεὸς πνεῦμά ἐστιν· τὸ δὲ »τοὺς προσκυνοῦντας έν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν« σαφηνίζειν νομίζων φησίν· ἀξίως τοῦ προσκυνουμένου πνευματικῶς, οὐ σαρ- κικῶς· καὶ αὐτοὶ τῆς αὐτῆς φύσεως ὄντες πατρὶ πνεῦμά εἰσιν, οἵτινες κατὰ ἀλήθειαν καὶ οὐ κατὰ πλάνην νην προσκυνοῦσιν ,καθὰ καὶ ὁ ἀπόστολος διδάσκει λέγων λογικὴν λατρείαν τὴν τοιαύτην θεοσέβειαν.