Ancient Greek · ~2 min
149 to 150
Origen, Commentarii in Evangelium Joannis 149-4-150
Not analysed yet
ἐπιστήσωμεν δὲ εἰ μὴ σφόδρα ἐστὶν ἀσεβὲς ὁμοουσίους τῇ ἀγεννήτῳ φύσει καὶ παμμακαρίᾳ λέγειν εἶναι τοὺς προσκυνοῦντας ἐν πνεύματι τῷ θεῷ, οὓς πρὸ βραχέος εἶπεν αὐτὸς ὁ ‘Ηρακλέων ἐκπεπτωκότας, τὴν Σαμαρε[τιν λέγων πνευματικῆς φύσεως οὖσαν ἐκπεπορνευκέναι. ἀλλ' οὐχ ὁρῶσιν **ὅτι παντὸς ***,καὶ τῶν αὐτῶν δεκτικόν· εἰ δὲ ἐδέξατο τὸ πορνεῦσαι ἡ πνευματικὴ φύσις, ὁμοούσιος οὖσα ***ἀνόσια καὶ ἄθεα καὶ ἀσεβῆ ἀκολουθεῖ τῷ λόγῳ τῷ κατ' αὐτοὺς περὶ θεοῦ οὐδὲ φαντασιωθῆναι ἀκίνδυνόν ἐστιν.