Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 149-2
Not analysed yet
Ἱεροσόλυμα γὰρ, πᾶσα Ἰουδαία καὶ ἀκολούθως πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου ἐβαπτίζοντο έν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν, ἢ ὡς ὁ †Λουκᾶς φησιν· »Ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ »Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο »αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁρμαρτίας αὐτῶν‘ οὔτε μέντοι Ματθαῖος τοὺς Φαρισαίους καὶ Σαδουκαίους, πρὸς οὕς λέγεται» Γεννήματα ἐχιδνῶν‘, οὔτε Λουκᾶς τοὺς ὄχλους τὴν αὐτὴν ἐπίπληξιν ἐπίπληξιν εἰσάγουσιν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν.