Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 150-2
Not analysed yet
Ἄξιον δὲ ἐπαπορῆσαι πῶς πάσης τῆς Ἱεροσολυμιτῶν πόλεως καὶ πάσης τῆς Ἰουδαίας καὶ πάσης τῆς περιχώρου τοῦ Ἰορδάνου βαπτιζομένων ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ σωτήρ φησιν· »Ἐλήλυθεν Ἰωάννης ὁ βαπτιστὴς μήτε ἐσθίων μήτε πίνων καὶ λέγετε· Δαιμόνιον ἔχει«· καὶ πρὸς τοὺς πυθομένους »Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα »ποιεῖς«; λέγει· »Κἀγὼ ἐρωτήσω ὑμᾶς ἕνα λόγον, ὃν ἐὰν εἴπητέ μοι, »κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσεᾳ ταῦτα ποιῶ· Τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἠν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων«; ὅτε καὶ διαλογιζόμενοί φασιν· »Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; «·