Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 154
Not analysed yet
εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ’ αἵ γε ἐπίνοιαι καθ᾿ ἕτερον καὶ ἕτερον λαμβάνονται. τοῦτο δὴ τὸ φῶς τῶν ἀνθρώπων« καὶ »φῶς ἐθνῶν‘ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ »Ἰδὸυ τέθεικά σε εἰς δια- »θήκην γένους, εἰς φῶς ἐνθνῶν«· καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ Δαβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· »Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; «