Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 155
Not analysed yet
Πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλάσαντας ἐν ασυζυγίαις μυθολογίαν καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγου καὶ ζωὴν οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. πώς γὰρ ἡ κατ’ αὐτοὺς σύζυγος τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ συζύγῳ λαμβάνει; »Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ« δηλονότι τῷ προειρημένῳ λόγῳ) »ζωὴ ἦν«. λεγέτωσαν οὖν ἡμῖν, πῶς ἡ σύζυγος τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων.