Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 154-2
Not analysed yet
Ἡμεῖς δέ φαμεν ὅτι μάλιστα πρὸς ἔπος ἐστὶν ἡ ἀπόκρισις· πρὸς γὰρ τὸ »Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστός; «τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ παραστῆσαι παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον; »Ἐγὼ, γάρ φησιν, βαπτίζω ἐν ὕδατι«. καὶ τοῦτο εἰπῶν πρὸς τὸ Τί »οὐν βαπτίζεις; «πρὸς τὸ δεύτερον »Εἰ σὺ οὐκ εἶ ὁ χριστός‘ δοξολογίαν περὶ τῆς προηγουμένης οὐσίας Χριστοῦ διηγεῖται, ὅτι δύναμιν τοσαύτην ἔχει ὡς καὶ ἀόρατος εἶναι τῇ θειότητι αὐτοῦ, παρὼν παντὶ ἀνθρώπῳ παντὶ δὲ καὶ ὅλῳ τῶ κόσμῳ συμπαρεκτεινόμενος· ὅπερ δηλοῦται διὰ τοῦ »Μέσος ὑμῶν ἕστηκεν‘.