Ancient Greek · ~2 min
155 to 156
Origen, Commentarii in Evangelium Joannis 155-2-156
Not analysed yet
καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν Φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων, ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι, ἐμμελῶς ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ Φαρισαίων ἄγνοιαν, προστιθεὶς τῷ »Μέσος ὑμῶν ἕστηκεν« τὸ »Ὃν ὑμεῖς οὐκ οἴδατε«. καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον εἶναι τὸν ἀόρατον καὶ διήκοντα ἐπὶ πάντα ἄνθρωπον ἢ] καὶ ἐπὶ ὅλον τὸν κόσμον, παρὰ τὸν ἐνανθρωπήσαντα καὶ ἐπὶ τῆς γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, συνάπτει τῷ »Μέσος ὑμῶν ὅστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε« τὸ »Ὀπίσω μου ἐρχό- »μενος«· τοῦτ' ἔστιν μετ’ ἐμὲ φανερωθησόμενος.