Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 156-2
Not analysed yet
ὡς δὲ πορευθέντες οἱ μαθηταὶ καὶ ποιήσαντες ὡς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς »ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. ἐπέθηκαν φησίν, ἐπ' αὐτῶν τὰ ἱμάτια ἑαυτῶν καὶ ἐπεκάθισεν ἐΠάνω αὐτῶν« ὁ κύριος, δῆλον δ ὅτι καὶ τῆς ὄνου καὶ τοῦ πώλου ὅτε καὶ »ὁ πλεῖστος ὄχλος ἔστρωσαν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ‘, τῶν προαrόντων καὶ ἀκολουθούντων ὄχλων κεκραγότων· »Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἐρχόμενος ἐν ὀνό »ματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις«.