Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 157-2
Not analysed yet
οὗ καὶ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν συνιεὶς παρὰ τὴν ἑαυτοῦ φύσιν, ἀμφιβλλομένην ὑπό τινων μήποτ’ ἄρ’ αὐτὸς εἴη Χριστός, ὅσον ἀπολείπεται τῆς τοῦ χριστοῦ μεγαλειότητος παραστῆσαι βουλόμενος, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει ἢ ἀκούει ἐξ αὐτοῦ, λέγει καὶ τὸ »Οὗ οὐκ »εἰμὶ ἐγὼ ἄξιος ἕνα λύσω αὐτοῦ τὸν ἰμάντα τοῦ ὑποδήματος«, αἰνιττόμενος τὸ οὐχ ἱκανὸς εἶναι τὸν περὶ τῆς ἐνσωματώσεως αὐτοῦ λόγον, οἱονεὶ δεδεμένον καὶ κεκρυμμένον τοῖς μὴ νοοῦσιν, λῦσαι καὶ σαφηνίσαι, ὥστε ἄξιόν τι τῆς τοσαύτης ἐπιδημίας εἰς [οὕτω] βραχύτατα συνεσταλμένης εἰπεῖν.