Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 160
Not analysed yet
ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως λέγεται τὸ »Φωτίσατε ἑαυτοῖς φῶς«, οὐχ ἁπλῶς »φῶς« ἀλλὰ ποιὸν φῶς, ὅτι τὸ »τῆς γνώσεως«· εἰ γὰρ πᾶν φῶς, ὃ φωτίζει ἄνθρωπος ἑαυτῷ, »φῶς γνώσεως« ἦν, μάτην ἂν προσέκειτο τὸ »σατε ἑαυτοῖς φῶς γνώσεως«. πάλιν ὅτι ἡ σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβάνεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι »Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν »τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν« καὶ πάλιν· »Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μι- »σῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι« καὶ ἔτι· »Ὁ δὲ μισῶν τὸν ἀδελ- »φὸν αὐτοῦ ἐν τῇ σκοτία ἐστὶ κοὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ »οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ«.