Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 159
Not analysed yet
καὶ ὅτι μὲν τὰ προστάγματα φῶς ὁ ἱερὸς οἶδε λόγος, φησὶν γὰρ ὁ Ἡσαΐας· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς« καὶ ὁ Δαβὶδ έν ιη ψαλμῷ· »Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα »ὀφθαλμούς«. ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν· »Σπείρατε ἑαυτοῖς »εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς »γνώσεως«.