Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 162
Not analysed yet
ἐπίστησον δὲ τῷ »Ὅ θεὸς φῶς ἐστι καὶ »σκοτία έν αὐτῶ οὐκ ἔστιν οὐδεμία«, εἰ μὴ διὰ τοῦτο λέγεται τῳ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ’ ἤτοι διὰ τὸ γενικὸν δύο, ἢ καὶ διὰ τὸ καθ’ ἕκαστον τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς καὶ πολλὰ δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὡν οὐδεμία ἐν τῷ θεῷ ἐστιν· οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, ᾣ φησιν ὁ σωτὴρ τὸ »Ὑμεῖς ἐστε »τὸ φῶς τοῦ κόσμου«, ὅτι »σῶς« ἐστιν τοῦ κόσμου] ὁ ἅγιος, »καὶ »σκοτία οὐκ ἔστιν έν αὐτῷ οὐδεμία«.