Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 163
Not analysed yet
Ζητήσει δέ τις, εἰ ἐπὶ τοῦ πατρὸς τέτακται τὸ Σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμίας, πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι »Φῶς ἐστι καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία«. ἀπὸ μέρους μὲν οὐν ἐν τοῖς ἀνωτέρων τὴν διαφορὰν παρεστήσαμεν· τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε«, τὸν χριστόν, εἰ ἐποίησεν αὐτὸν ὑπὲρ ἡμῶν ἁμαρτίαν ὁ θεός], οὐκ ἄν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«. κἂν γὰρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας« κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνειληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς >λεγόμενα περὶ αὐτοῦ ὅτι Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία«.