Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 162-3
Not analysed yet
Ἰστέον μέντοι γε ὅτι οὐχ ὡς κεῖται παρὰ τῷ προφήτῃ ἡ λέξις ἐξέθετο αὐτὴν ὁ Ματθαῖος. ἀντὶ γὰρ τοῦ »Χαῖρε σφόδρα, θύγατερ »Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ« πεποίηκεν· »Εἴπατε τῇ θυ- »γατρὶ Σιών«, ἐπιτεμνόμενος τὸ προφητικόν· παρεσιώπησεν δὲ καὶ τὸ »Δίκαιος καὶ σώςων αὐτός«, καὶ εἰπὼν ὡς κεῖται τὸ »Πραΰς καὶ »ἐπιβεβηκώς« ἀντὶ τοῦ »Ἐπὶ ὑποςύγιον καὶ πῶλον νέον« ἀνέγραψεν· Ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου«.