Ancient Greek
163 to 164
Origen, Commentarii in Evangelium Joannis 163-3-164
Not analysed yet
Καὶ Ἰουδαῖοι δὲ συνεξετάζοντες τὸν τῆς προφητείας εἱρμὸν τοῖς περὶ Ἰησοῦ ἀναγεγραμμένοις, οὐκ εὐκαταφρονήτοις ἡμᾶς θλίβουσιν ἀπαιτοῦντες πῶς ὁ Ἰησοῦς ἐζωλόθρευσεν ἄρματα ἐζ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐζωλόθρευσεν τόξον πολεμικὸν καὶ τὰ ἑξῆς πεποίηκεν. καὶ ταῦτα μὲν περὶ τῆς προφητείας. ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὐσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ· δεύτερον δὲ πῶς δύο κτηνῶν εἰς τὴν οὕτω βραχεῖαν δεῖται ὁδὸν λεγέτωσαν ἡμῖν·