Ancient Greek
163 to 168
Origen, Commentarii in Evangelium Joannis 163-4-168
Not analysed yet
Ἀλλὰ καὶ ἡ ἑτερόδοξος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, φρέατι ὑπ' αὐτῆς εἶναι νομιζομένῳ, γνώμη ὃν ὑπολαμβάνει εἶναι τελειότερον λόγον τοῦτον Χριστὸν ὀνομάζουσά φησιν· »Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα«. παρὼν δὲ αὐτῇ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος φησὶ τὸ »Ἐγώ εἰμι, ὁ λαλῶν σοι«. Ὅρα δὲ καὶ τὸν Ἡρακλέωνα τί φησι· λέγει γὰρ ὅτι προσεδέχετο ἡ ἐκκλησία τὸν χριστὸν καὶ ἐπέπειστο περὶ αὐτοῦ, ὅτι τὰ πάντα μόνος ἐκεῖνος ἐπίσταται. 4, 26f. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. καὶ ἐΠὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι γε εἶΠεν· Τί ζητεῖς; ἢ Τί λαλεῖς μετ αυτγς; Ζητητέον εἴ που χριστὸς ἑαυτὸν εὐηγγελίσατο, καὶ συγκριτέον ταῦτα ἀλλήλοις ὥσπερ· »Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ »ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«, καὶ ἐν τῷ »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ὄν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος »ἔγραψεν«, καὶ εἴ τι τούτοις παραπλήσιον ἔν τινι τῶν εὐαγγελίων εἴρηται. πλὴν ὅσον ἐπὶ τῷ ῥητῷ μανθάνωμεν ἀπ' αὐτοῦ καὶ ἐντεῦθεν ὅτι πρᾶός ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ, μὴ ὑπερηφανῶν περὶ τηλικούτων πραγμάτων διαλέγεσθαι ὑδροφόρῳ γυναικὶ διὰ πολλὴν πενίαν ἐξιούσῃ τὴν πόλιν καὶ καμνούσῃ εἰς τὸ ὑδρεύσασθαι. θαυμάζουσίν γε καὶ οἱ μαθηταὶ ἐπελθόντες, προτεθεωρηκότες τὸ μέγεθος τῆς ἐν αὐτῷ θεότητος, καὶ θαυμάζουσιν τίνα τρόπον ὁ τηλικοῦτος μετὰ γυναικὸς ἐλάλει· ἡμεῖς δὲ ὑπὸ ἀλαζονίας καὶ ὑπὸ ὑπερηφανίας ἀγόμενοι τοὺς εὐτελεστέρους ὑπερορώμεθά τε ἐπιλανθανόμενοι τοῦ καθ’ ἕκαστον ἄνθρωπον εἶναι τὸ »Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα »ἡμετέραν, καὶ δμοίωσιν ἡμετέραν«. καὶ μὴ μεμνημένοι τοῦ πλάσαντος ἐν κοιλίᾳ καὶ πλάσαντος κατὰ μόνας τὰς καρδίας πάντων ἀνθρώπων καὶ συνιέντος εἰς πάντα τὰ ἔργα αὐτῶν οὐ γινώσκομεν ὅτι ταπεινῶν ἐστὶ θεὸς καὶ ἐλαττόνων βοηθός, ἀντιλήπτρ ἀσθενούντων, ἀφηλπισμένων σκεπαστὴς σκεπαστὴς καὶ ἀπεγνωσμένων σωτήρ.