Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 169-2
Not analysed yet
οἱονεὶ δὲ καὶ ἀποστόλῳ πρὸς τοὺς ἐν τῇ πόλει χρῆται τῇ γυναικὶ ταύτῃ, ἐπὶ τοσοῦτον ἐξάψας αὐτὴν διὰ τῶν λόγων, ἕως ἀφεῖσα τὴν ὑδρίαν Ι αὐτῆς ἡ γυνὴ ἀπελθοῦσα εἰς τὴν πόλιν εἴπῃ τοῖς ἀνθρώποις· »Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ἃ »ἐποίησα· μήτι οὑτός ἐστιν ὁ χριστός; «ὅτε »ἐξῆλθον ἐκ τῆς πόλεως, »καὶ ἤρχοντο πρὸς αὐτόν· «καὶ τῇ τοιᾷδε μὲν μὴ ὕστερον, τότε δὲ σαφέστατα ἐμφανίζῃ ἑαυτὸν ὁ λόγος, ὡς ἐλθόντας τοὺς μαθητὰς θαυμάζειν εἰ καὶ αὕτη ἠξίωται θῆλύς τις καὶ εξαπάτητος οὖσα, τυχεῖν τῆς ὁμιλίας πρὸς αὐτὴν τοῦ λόγου.