Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 166-3
Not analysed yet
πρὸς δὲ τούτοις ὁ στρωννύων αὐτοῦ τὰ ἱμάτια πλεῖστος ὄχλος ἐν τῇ ὁδῷ, ἀνεχομένου τούτων τοῦ Ἰησοῦ καὶ μὴ ἐπιτιμῶντος, ὡς δῆλον ἐκ τῶν παρ' ἄλλοις κειμένων· »Ἐὰν »οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξουσιν» οὐκ οἴδα εἰ μὴ βλακείαν τινὰ ἐμφαίνουσιν τοῦ ἐπὶ τοῖς τοιούτοις, εἰ μηδὲν ἄλλο ἀπ' αὐτῶν δηλοῦται εὐφραινομένου· x003E; δὲ καὶ κοπτομένους κλάδους ἀπὸ τῶν δένδρων στρώννυσθαι ἐν τῇ ὁδῷ ὄνων διερχομένων ἐμπόδιον μᾶλλον δόξαι ἂν εἶναι τοῦ ὀχλουμένου ἤπερ λελογισμένη ἀποδοχή.