Ancient Greek · ~5 min
167 to 172
Origen, Commentarii in Evangelium Joannis 167-3-172
Not analysed yet
Ὅσα δὲ ἐπηπορήσαμεν 〈περὶ〉 τῶν ἐκ τοῦ ἱεροῦ ὑπ' αὐτοῦ ἐκβαλλομένων, ταῦτα καὶ ἔτι μείζονα ἐνθάδε λεκτέον. ἐν μὲν γὰρ τῷ κατὰ Ἰωάννην ἐκβάλλει τοὺς ἀγοράζοντας· ὁ δὲ Ματθαῖός φησιν ὅτι »Ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας έν τῷ ἱερῷ‘· πολλῶ̣ δὲ ὡς εἰκὸς ἀριθμὸς τῶν ἀγοραζόντων πλείων ἠν παρὰ τοὺς πωλοῦντας. καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ πάντας ἐκβάλλεσθαι τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τώ ἰερῷ παρὰ τὸ ἀξίωμα τοῦ νομιζομένου υἱοῦ τέκτονος εἶναι ἐτύγχανεν, εἰ μὴ ἄρα, ὡς κἀκεῖ ἐλέγομεν, θειοτέρᾳ δυνάμει τοὺς πάντας ὑπέτασσεν, χαλεπώτερα ὅσον ἐπὶ τοῖς λοιποῖς εὐαrγελισταῖς παρὰ τὸν Ἰωάννην ἀκούσαντας. ὁ μὲν γὰρ Ἰωάννης φησὶν αὐτοῖς εἰρῆσθαι ὑπὸ τοῦ Ἰησοῦ· Μὴ ποιεῖτε τὸν · οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου«· τοῖς δὲ λοιποῖς »σπήλαιον »ηῃστῶν« ἐλέγχονται πεποιηκότες τὸν οἶκον τῆς προσευχῆς, οὐ χωροῦντος τοῦ οἴκου τοῦ πατρὸς ὥστε γεμέσιαο σπήλαιον λῃστῶν, ἀλλὰ μέχρι τοσούτου ὑπὸ τῶν ἁμαρτανόντων φυρομένου ὡς οἶκον ἐμπορίου αὐτὸν γενέσθαι. μόνον δὲ τῆς προσευχῆς οἶκος, οὐ πάντως οἶκος τοῦ πατρὸς ὤν, ἀμεληθεὶς καὶ λῃστὰς παραδέξεται, οὐ γινόμενος αὐτῶν οἶκος, ἀλλὰ σπήλαιον, πρᾶγμα οὐχ ὑπὸ ἀρχιτεκτονικῆς καὶ λογικῆς ἐντρεχείας γεγενημένον. Τὸ μὲν οὖν ἰδεῖν ἔχει] ᾗ ἔχει ταῦτα νοῦ ἀληθοῦς τοῦ δοθέντος τοῖς λέγουσιν· »Ἡμεῖς δὲ νοῦν Χριστοῦ χριστοῦ ἔχομεν, ἵνα »ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν‘ μεῖζον, ἢ καθ' ἡμᾶς εἶναι πειθόμεθα.