Ancient Greek · ~3 min
170 to 171
Origen, Commentarii in Evangelium Joannis 170-171
Not analysed yet
διχῶς δὲ ἡ σκοτία τὸ φῶς οὐ κατείληθεν, ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, ἢ εἴ Που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ’ οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς ἠφανίζετο. πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς. Ἀναγκαῖον δὲ έν τούτοις ἡμᾶς γενομένους ἐπισημειώσασθαι ὅτι οὐ πάντως, εἴ που ὀνομάζεται »σκότας«, ἐπὶ τοῦ χείρονος λαμβάνεται, ἔσθ᾿ ὅτε δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἀναγέγραπται· ὅπερ οἱ ἑτερόδοξοι μὴ διαστειλάμενοι δυσφημότατα περὶ τοῦ δημιουργοῦ δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη.