Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 172
Not analysed yet
σκότος, γνόφος, θύελλα ἐν τῇ Ἐξόδῳ περὶ τὸν θεὸν εἶναι λέγεται καὶ ἐν τῷ ις΄ ψαλμῷ· »Ὁ θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐ- »τοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων«. ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ’ ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον· ἐν ᾡ σκότῳ »ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν‘ τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι ἀχώρητα ὄντα τοῦτο πεποιηκώς.