Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 173
Not analysed yet
ἐὰν δέ τις ταῖς τοιαύταις προσκόπτῃ ἐκδοχαῖς, προαγέσθω ἀπό τε τῶν σκοτεινῶν λόγων καὶ τῶν διδομένων ὑπὸ θεοῦ Χριστῷ θησαυρῶν σκοτεινῶν, ἀποκρύφων, αορατων· οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους τὸ »Σκότος ἔθετο ὁ θεὸς ἀποκρυφὴν »ἑαυτοῦ«) ἢ »Ὁ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον«. δὲ εἰ διὰ τοῦτό φησιν ὁ σωτὴρ τοῖς μαθηταῖς· »Ἀνθ᾿ ὡν »ὅσα ἠκούσατε ἐν τῇ σκοτίᾳ εἴπατε έν τῷ φωτί«.