Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 175
Not analysed yet
Ἀκριβέστερόν τις ἀκούων τοῦ »Ἀπεσταλμένος«, ἐπειδὴ ὁ ἀπεσταλμένος ποθέν που ἀποστέλλεται, ζητήσει πόθεν ὁ Ἰωάννη ἀπεστάλη καὶ ποῦ. σαφοῦς δ᾿ ὄντος τοῦ »ποῦ«, κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν έν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνηῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον »κόσμου« λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι), ἐξετάσει, πῶς δεῖ λαμβάνειν τὸ »πόθεν«. ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται·