Ancient Greek · ~2 min
176 to 177
Origen, Commentarii in Evangelium Joannis 176-177
Not analysed yet
»Καὶ »ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς. »ἐργάζεσθαι τὴν γῆν, ἐξ ἡς ἐλήφθη«, οὕτω καὶ ὁ Ἰωάννης ἀπεστάλη, ἤτοι ἐξ οὐρανοῦ ἢ ἐκ τοῦ παραδείσου ἢ ὅθεν δήποτε ἑτέρωθεν παρὰ τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπεστάλη, ἕνα μαρτυρήσῃ περὶ τοῦ »φωτός«. ἔχει δὲ ἀνθυποφορὰν οὐκ εὐκαταφρόνητον ὁ λόγος, ἐπεὶ καὶ παρὰ Ἡσαΐᾳ γέγραπται· »Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; «ὅτε ἀποκρινόμενος ὁ προφήτης φησίν· »Ἰδοὺ »εἰμὶ ἐγώ, ἀπόστειλόν με«.