Ancient Greek · ~3 min
176 to 178
Origen, Commentarii in Evangelium Joannis 176-2-178
Not analysed yet
ὁ τοίνυν κατ’ ἀξίαν ἀμοτέρων τῶν ἐπιδημιῶν τοὺς λόγους παραστῆσαι δυνάμενος, τὸν ἱμάντα λύειν τῶν Ἰησοῦ ἱκανός ἐστιν ὑποδημάτων, καὶ αὐτὸς τῷ νοὶ· κύπτων καὶ συγκαταβαίνων τῷ καταβεβηκότι εἰς ᾅδου, κοὶ ἀπὸ οὐρανοῦ καὶ τῶν περὶ τῆς θεότητος Χριστοῦ μυστηρίων καταβαίνων ἐπὶ τὴν ἀναγκαίως γεγενημένην παρ' ἡμῖν αὐτοῦ ἐπιδημίαν ,ὅτε τὸν ἄνθρωπον ὑπεδήσατο. ὁ δὲ τὸν ἄνθρωπον ὑποδησάμενος καὶ τὸν νεκρὸν ὑπεδήσατο· »Εἰς τοῦτο γὰρ Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, ἕνα καὶ νεκρῶν καὶ ζώντων »κυριεύσῃ«· καὶ διὰ τοῦτο ζῶντα καὶ νεκρὸν ὑπεδήσατο, τοῦτ' ἔστι τὸν ἐν γῇ καὶ τὸν ἐν ᾅδου, »ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ‘. τίς οὐν ἄρα ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν τοιούτων ὑποδημάτων, καὶ λύσας μὴ ἐᾶσαι ἀλλὰ κατὰ δευτέραν ἱκανότητα ἀναλαβεῖν αὐτὰ καὶ βαστάσαι διὰ τοῦ έν τῇ μνήμῃ περιφέρειν τὰ νενοημένα;