Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 179-2
Not analysed yet
μὴ ἀνεξέταστον δὲ ἐάσθω τὸ χωρὶς τοῦ »Κύψας« ὁμοίως παρὰ τῷ Λουκᾷ καὶ Ἰωάννῃ εἰρημένον. καὶ τάχα ἐνδέχεται μὲν κύψαντα λῦσαι κατὰ τὸ προειρημένον· δυνατὸν δὲ κοὶ τὸ ἀνάστημα τοῦ ἀπὸ τοῦ λόγου ἐπάρματος φυλάττοντα εὑρεῖν τὴν λύσιν τῶν ἐν τῷ ζητεῖσθαι δεδεμένων ὑποδημάτων, ἕνα ταῦτά τις λύσας τὸν χωρὶς τῶν ὑποδημάτων ἴδῃ λόγον γυμνὸν τῶν ὑποδεεστέρων καθ' αὑτὸν, υἱὸν τοῦ θεοῦ.