Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 176-3
Not analysed yet
μόνος δὲ εἰς τὴν Ἱεροσόλυμα ψυχὴν οὐκ ἔρχεται, ἀλλ' οὐδὲ μετὰ ὀλίγων τινῶν· πολλὰ γὰρ τὰ προάγοντα τὸν τελειοῦντα ἡμᾶς λόγον θεοῦ δεῖ ἐν ἡμῖν γενέσθαι, καὶ ἕτερα πλεῖστα ὅσα τὰ ἑπόμενα αὐτῷ· πάντα μέντοι γε αὐτὸν ὑμνοῦντα κα· ὶ δοξάζοντα, καὶ τὸν ἴδιον κόσμον καὶ περιβολὴν αὐτῷ ὑποτιθέντα, ἕνα αὐτοῦ τὰ ὀχήματα μὴ ἅπτηται γῆς, ἔχοντα τὸν οὐρανόθεν καταβεβηκότα ἐπαναπαυόμενον αὐτοῖς.