Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 177
Not analysed yet
ἕνα δὲ ἔτι μᾶλλον ἀνωτέρω τῆς γῆς τυγχάνωσιν οἱ ὀχοῦντες αὐτὸν παλαιοὶ καὶ καινοὶ λόγοι τῶν γραφῶν, ἐκκόπτεσθαι κλάδους δεῖ ἀπὸ τῶν δένδρων, ἕνα βαίνωσιν ἐπὶ τῶν εὐλόγως ἐκκειμένων. δύνανται δὲ οἱ προάγοντες καὶ ἀκολουθοῦντες αὐτῷ ὄχλοι δηλοῦν καὶ τὰς ἀγγελικὰς συνεργείας, τινὰς μὲν εὐτρεπιζούσας αὐτῷ τὴν ὁδὸν έν ταῖς ψυχαῖς ἡμῶν, δι' έ)ν αὐτοὶ κεκόσμηνται, τινῶν δὲ ἐπακολουθούντων τῇ αὐτοῦ ἐν ἡμῖν παρουσίᾳ, περὶ ἧς πολλάκις εἰρηκότες νῦν εἰς τοῦτο μαρτυριῶν οὐ χρῄζομεν.