Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 179
Not analysed yet
τούτων δ’ οὕτως λεχθέντων ἂν πρὸς τὸν πρῶτον λόγον, λύσεις τοιαῦται προσάγονται συγκατάθεσιν ἐπισπώμεναι πρὸς τὸ περὶ Ιωάννου βαθύτερον ὑπονοούμενον· αὐτόθεν μὲν ἐπιφέρεται· »Οὗτος »ἠλθεν εἰς μαρτυρίαν, ἕνα μαρτυρήσῃ περὶ τοῦ φωτός‘· εἰ γὰρ ἦλθε, ποθὲν ἠλθε. καὶ λεκτέον πρὸς τὸν δυσπαραδεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχόμενον ἐπὶ τὸν σωτῆρα φησὶ γάρ· »Ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ »πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν »πνεύματι ἁγίῳ καὶ πότε πότε γὰρ πέμψας τοῦτ’ ἐνετείλατο; ἀλλ’ εἰκὸς ἀποκρίνεσθαι πρὸς τὸ πύσμα τοῦτο ὅτι, ὅτε δήποτε ἔπεμπεν ἐπὶ τὸ ἄρξασθαι βαπτίζειν, τότε τοῦτον τὸν λόγον εἶπεν ὁ χρηματίζων πρὸς αὐθτόν.