Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 178
Not analysed yet
ἐρεῖ γὰρ ὁ ἐνιστάμενος τῇ βαθυτέρᾳ ἐμφαινομένῃ ὑπονοίᾳ. ὅτι ὥσπερ ὁ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ’ ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι »τὸν κύριον »καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπῃρμένου« πρὸς τὸν λαόν, ἴνα εἴπῃ· »Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε« καὶ τὰ ἑξῆς, οὕτω καὶ ὁ Ιωάννης σιωπωμένης τῆς ἀρχῆς τῆς ἀποστολῆς ἀναλογίαν ἐχούσης πρὸς τὴν ἀποστολὴν τοῦ Ἡσαΐου, ἀποστέλλεται βαπτίζειν καὶ ἑτοιμάζειν »κυρίῳ λαὸν κατεσκευασμένον‘ καὶ μαρτυρεῖν »περὶ τοῦ φω- »τός«.