Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 180-3
Not analysed yet
ἀλλ’ οὔτε αὕτη ὡς τὸ τέλειον τῆς πίστεως εὐαγγελισαμένη εὐχαριστεῖται ὑπὸ τῶν Σαμαρειτῶν λεγόντων· »Οὐκέτι διὰ τὴν λα- »λιάν σου πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὑτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου«· ἐκείνη τε τὴν ἀπαρχὴν τῆς ἁφῆς τοῦ χριστοῦ οὐ πιστεύεται λέγοντος αὐτῇ· »Μή μου ἅπτου«· ἔμελλέ γὰρ Θωμᾶς ἀκούειν· »Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε »τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν »μου«.