Ancient Greek
174 to 179
Origen, Commentarii in Evangelium Joannis 174-3-179
Not analysed yet
»πάντα ἃ ἐποίησεν( καλεῖ δὲ αὐτοὺς ἐπὶ τὸ ἰδεῖν ἄνθρωπον λόγον ἔχοντα μείζονα ἀνθρώπου· τὸ γὰρ ὁρατὸν ὀφθαλμοῖς αὐτοῦ ἄνθρωπος ἠν. χρὴ οὐν καὶ ἡμᾶς ἐπιλανθανομένους τῶν σωματικωτέρων καὶ ἀφιέντας αὐτὰ σπεύδειν ἐπὶ τὸ μεταδιδόναι ἡς μετειλήφαμεν ὠφελείας ἑτέροις· ἐπὶ τοῦτο γὰρ προκαλεῖται ὁ εὐαγγελιστὴς ἔπαινον τοῖς εἰδόσιν ἀναγινώσκειν ἀναγράφων τῆς γυναικός. Πρὸς μέντοι γε τὴν ἀναγωγὴν σκοπητέον τίς ἡ ὑδρία, ἣν ἀφίησιν παραδεξαμένη πως τοὺς ἰησοῦ λόγους ἡ Σαμαρεῖτις· καὶ τάχα τὸ δοχεῖον τοῦ σεμνοποιουμένου ἐπὶ βαθύτητι ὕδατος, τῆς διδασκαλίας, ὧν ἐφρόνει πρότερον ἐξευτελίζουσα ἀποτίθεται, ἐν τῷ κρείττονι τῆς ὺδρίας λαβοῦσα ἐκ τοῦ ὕδατος τοῦ γενομένου ἤδη ἐν αὐτῇ ἀρχῆς »ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον«· πῶς γὰρ ἂν τοῦ ὕδατος τούτου του μὴ μετειληφυῖα φιλανθρώπως Χριστὸν τοῖς πολίταις ἐκήρυσσεν, θαυμάζουσα αὐτὸν ἀπαγγέλλοντα »πάντα ἃ ἐποίησεν«, εἰ μὴ μετειλήφει, δι' ὡν ἤκουεν, τοῦ σωτηρίου ὕδατος; Ρεβέκκα μέντοι καὶ αὐτὴ ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων, πρὶν συντελέσαι λαλοῦντα ἐν τῇ διανοίᾳ τὸν παῖδα τοῦ Ἀβραάμ, ἐξεπορεύετο καλὴ τῇ ὄψει παρθένος· ἥτις ἐπείπερ οὐχ ὁμοίως ἤντλει τῇ Σαμαρείτιδι, καταβαίνει ἐπὶ τὴν πηγὴν καὶ πληροῖ τὴν ὑδρίαν, ἀναβάσῃ τε αὐτῇ ἐπιτρέχει εἰς συνάντησιν ὁ τοῦ Ἀβραὰμ παῖς καὶ εἶπεν· »Πότισόν με μικρὸν ὕδωρ ἐκ »τῆς ὑδρίας σου«. ἐπεὶ γὰρ παῖς ἠν τοῦ Ἀβραάμ, ἠγάπα κἂν μικροῦ ὕδατος ἀπὸ τῆς ὑδρίας Ῥεβέκκας λαβεῖν· »Καὶ ἔσπευσεν ἡ Ῥεβέκκα, »καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων«· ἐπείπερ οὐν ἠν ἐπαινετὴ ἡ τῆς Ῥεβέκκας ὑδρία, οὐ καταλείπεται ὑπ' αὐτῆς, ἡ δὲ τῆς Σαμαρείτιδος οὐκ οὐσα ὥρᾳ ἕκτῃ ἀφίεται. Ἐνθάδε μὲν δὴ τοῖς Σαμαρείταις γυνὴ εὐαγγελίζεται τὸν χριστόν, ἐπὶ τέλει δὲ τῶν εὐαγγελίων καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος τοῖς ἀποστόλοις ἡ πρὸ πάντων αὐτὸν θεασαμένη γυνὴ διηγεῖται.