Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 182
Not analysed yet
ἐὰν δὲ κρατῇ ὁ καθόλου περὶ ψυχῆς λόγος ὡς οὐ συνεσπαρμένης τῷ σώματι ἀλλὰ πρὸ αὐτοῦ τυγχανούσης καὶ διὰ ποικίλας αἰτίας ἐνδουμένης σαρκὶ καὶ αἵματι, τὸ »Ἀπεσταλμένος ὑπὸ θεοῦ« οὐκέτι δόξει ἐξαίρετον εἶναι περὶ Ἰωάννου λεγόμενον. ὁ γοῦν πάντων κάκιστος, »ὁ ἄνθρωπος τῆς ἁμαρ- »τίας ὁ υἱὸς τῆς απωλείας«, λέγεται παρὰ τῷ Παύλῳ πέμπεσθαι ὑπὸ τοῦ θεοῦ· »Διὰ τοῦτο, γάρ φησι, πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν »πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ »μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾿ εὐδοκήσαντες τῇ ἀδικίᾳ«.