Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 183
Not analysed yet
τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ’ οὐ Η χρηματίζει πᾶς ἄνθρωπος >θεοῦ«, ἢ μόνος ὁ θεῷ ἀνακείμενος ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι ἄνθρωποι θεοῦ«), οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπεστάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ.