Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 182-2
Not analysed yet
ὁ τοίνυν Ἰωάννης φησὶ παρὰ μὲν τοῖς τρισὶν οὐκ εἶναι »ἱκανός«, παρὰ δὲ τῷ Ἰωάννῃ οὐκ εἶναι »ἄξιος«. οὐκ ἀποκλείεται δὲ ὅς γε ἔλεγεν οὐδέπω ὢν ἱκανὸς γεγονέναι ἱκανός, εἰ καὶ μὴ ἄξιός πω ἦν· καὶ πάλιν ὅς γε ἔλεγεν οὐκ εἶναι ἄξιος, οὐκ ὢν ἄξιος ἐφθακέναι ἐπὶ τὸ γεγονέναι ἄξιος.