Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 183-2
Not analysed yet
εἰ μὴ ἄρα τις ἐρεῖ, ἐπὶ τὸ κατ’ ἀξίαν τῆς λύσεως καὶ βαστάξεως μὴ χωροῦσαν τὴν θνητὴν φύσιν †ἥκειν ποτὲ ἀληθευόμενον ἔχειν τὸ μηδέποτε γενέσθαι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ ἄξιον τοῦ αὐτοῦ. ὅσα δὲ ἐὰν χωρήσωμεν, ἔτι ὑπολείπεται τὰ μηδέπω νενοημένα, ἐπεὶ »Ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται« κατὰ τὴν Ἰησοῦ υἱοῦ Σειρὰχ Σοφίαν.