Ancient Greek
184 to 185
Origen, Commentarii in Evangelium Joannis 184-185
Not analysed yet
οὐχ εὕρομεν γοῦν τὸ ἀποστέλλεσθαι ἀπὸ θεοῦ ἐπ᾿ ἄλλου του ἢ τῶν ἁγίων κείμενον· ἐπὶ μὲν τοῦ Ησαΐου, ὡς προπαρεθέμεθα· ἐπὶ δὲ τοῦ Ἱερεμίου· »Πρὸς πάντας οὓς »ἐὰν ἐξαποστείλω σε πορεύσῆ«, ἐπὶ δὲ τοῦ Ἰεζεκιήλ· »Ἰδοὺ ἐγὼ ἀπο- »στέλλω σε πρὸς ἔθνη τὰ ἀφεστηκότα καὶ ἀποστήσαντά μοι«. δόξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς τῆς εἰς τὸν βίον ζητουμένης, ἀποστολὴν λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον. πλὴν καὶ οὕτως οὐκ ἀπίθανον μετάγειν τὸν λόγον ἐπὶ τὸ ζητηθέν, φάσκοντα ὅτι ὥσπερ μόνους τοὺς ἁγίους, ἐφ’ ὡν παρεθέμεθα, ἀποστέλλειν λέγεται ὁ θεός, οὕτως καὶ ἐπὶ τῶν εἰς τὸν βίον ἀποστελλομένων ἐκδεκτέον.