Ancient Greek
187 to 189
Origen, Commentarii in Evangelium Joannis 187-189
Not analysed yet
καὶ οὐδεν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωματουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου >σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι. τίνα δ’ οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν; εἰ δέ τις προσίεται καὶ τῶν παρ᾿ Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην Ἰωσὴφ προσευχήν, ἄντικρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, τοῦ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν. φησὶ γοῦν ὁ Ἰακώβ· »Ὁ γὰρ λαλῶν πρὸς ὑμᾶς ἐγὼ »Ἰακὼρ καὶ Ἰσραὴλ ἄγγελος θεοῦ εἰμι ἐγὼ(?)καὶ πνεῦμα ἀρχικόν, καὶ »Ἀβραὰμ καὶ Ἰσαὰκ προεκτίσθησαν πρὸ παντὸς ἔργου· ἐγὼ δὲ Ἰακώβ, »ὁ κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ. τὸ δὲ ὄνομά μου Ἰσραήλ, ὁ κλη- »θεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς »ζῴου ζωουμένου ὑπὸ θεοῦ«.