Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 190
Not analysed yet
καὶ ἐπιφέρει· »Ἐγὼ δὲ ὅτε ἠρχόμην »ἀπὸ Μεσοποταμίας τῆς Συρίας, ἐξῆλθεν Οὐριὴλ ὁ ἄγγελος τοῦ θεοῦ, καὶ εἶπεν ὅτι κατέβην ἐπὶ τὴν γῆν καὶ κατεσκήνωσα ἐν ἀνθρώποις, »καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ· ἐξήλωσε καὶ ἐμαχέσατό μοι. καὶ »ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ »ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου. καὶ εἶπα αὐτῷ τὸ ὄνομα »αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ· Οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, »κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ὁ ἐν προσώπω̣ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου; «