Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 188
Not analysed yet
Καὶ περὶ δὲ τοῦ Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς »οὐκ οἴδατε« ταῦτα διαληπτέον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. τοῦ λόγου, δἰ οὑ τὰ πάντα γέγονεν ,ὑφεστηκότος οὐσιωδῶς κατὰ τὸ ὑποκείμενον, τοῦ αὐτοῦ ὄντος τῇ σοφίᾳ. οὑτος γὰρ δἰ ὅλης πεφοίτηκεν τῆς κτίσεως, ἵνα ἀεὶ τὰ γινόμενα δι' αὐτοῦ γίνηται, καὶ περὶ παντὸς οὑτινοσοῦν ἀεὶ ἀληθὲς ᾐ τὸ »Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς »αὐτοῦ ἐγένετο οὐδὲ ἕν«,