Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 189
Not analysed yet
καὶ τὸ »Πάντα έν σοφίᾳ ἐποίησας( εἰ δὲ δι' ὅλης τῆς κτίσεως πεφοίτηκεν, δῆλον ὅτι καὶ τῶν πυνθανομένων »Τί οὐν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προ- »φήτης; «»μέσος« ἕστηκεν ὁ αὐτὸς καὶ βέβαιος ὢν λόγος, ὑπὸ τοῦ πατρὸς ἐστηριγμένος πανταχοῦ· ἢ τὸ »Μέσος ὑμῶν ἕστηκεν« ἀκουέσθω οτι υμων των ανθρωπων διὰ τὸ εἰναι ὑμᾶς λογικοὺς μέσος ὑμῶν ἑστώς, τῷ τοῦ παντὸς σώματος έν μέσῳ εῖναι τὸ ἡγεμονικὸν ἀποδείκνυσθαι, κατὰ τὰς γραφὰς ἐν τῇ καρδίᾳ τυγχάνον.