Ancient Greek
19 to 22
Origen, Commentarii in Evangelium Joannis 19-2-22
Not analysed yet
διὰ τοῦτο δὲ ἔζων, ἐπεὶ μετεῖχον τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ζωή«· καὶ ἐχώρουν ὡς τηλικούτων κληρονόμοι ἐπαγγελιῶν ἐπιφάνειαν οὐ μόνον ἀγγέλων ἀλλὰ καὶ θεοῦ ἐν Χριστῷ καὶ τάχα ὁρῶντες τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα, ἀναγεγραμμένοι εἰσί, θεὸν νενοηκότες καὶ θεοῦ λόγων θεοπρεπῶς ἀκηκοότες, ἑωρακέναι θεὸν καὶ ἀκηκοέναι αυτου. Ἐγὼ δ’ οἶμαι ὅτι οἱ τελείως καὶ γνησίως υἱοὶ τοῦ Ἀβραὰμ τῶν πνευματικῶν νοουμένων πράξεων αὐτοῦ εἰσιν υἱοὶ καὶ τῆς φανερωθείσης αὐτῶ γνώσεως, τῶν ἐκείνῳ γνωσθέντων καὶ πραχθέντων ἐγγινομένων τοῖς χρηματίζουσιν υἱοῖς τοῦ πατριάρχου, καθ᾿ ἃ διδάσκει τοὺς ἔχοντας ὦτα λέγων· «Εἰ τέκνα τοῦ Ἀβραὰμ †ἦτε, τὰ ἔργ· α τοῦ »Ἀβραὰμ ἐποιεῖτε«. καὶ εἰ «Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, »ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην«, ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι »τὰ ἀπὸ τοῦ ἰδίου στόματος‘, ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἠσαν οἱ προφῆται σοφοί, ὁμολογεῖν νενοηκέναι αὐτοὺς τοὺς τὰ ἀπὸ ἰδίου στόματος« καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμόσύνην. καὶ δῆλον ὅτι Μωσῆς ἑώρα τῷ νοὶ· τὴν ἀλήθειαν τοῦ νόμου καὶ τὰς κατὰ ἀναγωγὴν ἀλληγορίας τῶν ἀναγεγραμμένων παρ’ αὐτῷ ἱστοριῶν· Ἰησοῦς δὲ τὴν ἀληθῆ κληροδοσίαν γενομένην μετὰ τὴν καθαίρεσιν τῶν εἴκοσι καὶ ἐννέα βασιλέων συνίει, μᾶλλον ἡμῶν δυνάμενος συνορᾶν τίνων ἀληθῶν σκιαὶ ἐτύγχανον τὰ δι᾿ αὐτοῦ ἐπιτελούμενα.