Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 23-2
Not analysed yet
δῆλον δ᾿ ὅτι καὶ Ἡσαΐας τὸ μυστήριον ἑώρα τοῦ ἐπὶ τοῦ θρόνου καθεζομένου καὶ τῶν δύο Σεραφὶμ καὶ τῶν πτερύγων αὐτῶν, τοῦ τε θυσιαστηρίου καὶ τῆς λαβίδος, καὶ τῆς ἐπικαλύψεως τοῦ προσώπου καὶ τῶν ποδῶν γινομένης ὑπὸ τῶν Σεραφίμ· Ἰεζεκιὴλ δὲ τὰ Χερουβὶμ καὶ τὴν πορείαν αὐτῶν καὶ τὸ ἐπ᾿ αὐτῶν στερέωμα καὶ τὸν ἐπικαθεζόμενον τῷ θρόνῳ. ὧν τί ἂν εἴη ἐνδοξότερον καὶ ὑψηλότερον;