Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 193-2
Not analysed yet
προηγουμένως μὲν οὐν ἕστηκεν ὁ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν· ἕστηκεν δὲ καὶ ὁ λόγος αὐτοῦ ἀεὶ ἐν τῷ σώζειν, κἂν γένηται σάρξ, κἂν μέσος ᾖ ἀνθρώπων, οὐ καταλαμβανόμενος ἀλλ’ οὐδὲ βλεπόμενος. ἕστηκεν δὲ καὶ διδάσκων, προκαλούμενος πάντας ἐπὶ τὸ πίνειν ἀπὸ τῆς ἀφθόνου πηγῆς αὐτοῦ· »Εἱστήκει γὰρ ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· »Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς ἐμὲ καὶ πινέτω«.