Ancient Greek · ~2 min
194 to 195
Origen, Commentarii in Evangelium Joannis 194-2-195
Not analysed yet
Τό) Ὁ δὲ Ἡρακλέων τὸ »Μέσος ὑμῶν στήκει« φησὶν ἀντὶ τοῦ Ἤδη πάρεστιν καὶ ἔστιν έν τῷ κόσμῳ καὶ ἐν ἀνθρώποις, καὶ ἐμφανής ἐστιν ἤδη πᾶσιν ὑμῖν. διὰ τούτων δὲ περιαιρεῖ τὸ παρασταθὲν περὶ τοῦ διαπεφοιτηκέναι αὐτὸν δι' ὅλου τοῦ κόσμου. λεκτέον γὰρ πρὸς αὐτόν· πότε γὰρ οὐ πάρεστιν; πότε δὲ οὐκ ἔστιν ἐν τῷ κόσμῳ; καὶ ταῦτα τοῦ εὐαγγελίου λέγοντος· »Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ »ἐγένετος«. καὶ διὰ τοῦτο καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ὁ »Ὃν »ὑμεῖς οὐκ οἴδατε«, οὐκ οἴδασιν αὐτόν ,ἐπεὶ οὐδέπω τοῦ κόσμου ἐξεληλύθασιν,