Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 198-4
Not analysed yet
τὸ δὲ καὶ ἐρωτᾶν ἴνα φάγῃ καὶ ἱκετεύειν ***δεῖσθαι τάχα τι δηλοῖ πρὸ ἐνίοτε δὲ καὶ μετὰ τὴν ἐξέτασιν. καὶ ὅρα μήποτε εὐλαβοῦνται μὴ ***ὁ λόγος ταῖς οἰκει ***ἢ ἰσχυροποιούμενος τροφαῖς, καὶ αὐτὸν †εὑρισκομένους ἐδέσθαι· οἷς γὰρ εὑρίσκουσιν οἱ μαθηταὶ ἀεὶ τρέφειν τὸν λόγον βούλονται, ἵνα ἰσχυροποιούμενος καὶ τονούμενος καὶ δυναμούμενος ἐπιπλεῖον παραμείνῃ τοῖς αὐτὸν τρέφουσιν, ἀντιτρέφων τοὺς παρατιθέντας αὐτῷ τὰ βρώματα.