Ancient Greek
199 to 203
Origen, Commentarii in Evangelium Joannis 199-3-203
Not analysed yet
διὰ τοῦτο ἑστηκέναι φησὶν ἐπὶ τὴν θύραν καὶ κρούειν, ἵν' ἐάν τις ἀνοίξῃ τὴν θύραν εἰσέλθῃ πρὸς αὐτὸν καὶ δειπνήσῃ μετ' ἐκείνου, ὥστε ὕστερον δυνηθέντα τὸν δειπνίσαντα ἀντιδειπνισθῆναι ὑπὸ τοῦ δειπνήσαντος λόγου παρὰ τῷ ἀνθρώπῳ. Ὁ δὲ Ἡρακλέων φησίν, ὅτι ἐβούλοντο κοινωνεῖν αὐτῷ ἐξ ὧν ἀγοράσαντες ἀπὸ τῆς Σαμαρείας κεκομίκεισαν. ταῦτα δὲ φησὶν ἵνα τινα ****αἱ πέντε μωραὶ παρθένοι *******ἀπὸ τοῦ νυμφίου. πῶς δὲ οἶμαι ***τὰ αὐτὰ ἔχειν **λέγονται ****ταῖς ἀποκλισθείσαις μωραῖς παρθένοις ἄξιον ἰδεῖν κατηγορίαν περιέχοντα τῶν μαθητῶν τοῖς αὐτοῖς κοιμωμένων ταῖς μωραῖς παρθένοις. ἔτι δὲ καὶ τὸ ἀνόμοιον τοῦ φωτὸς πρὸς τροφήν, καὶ τοῦ ἐλαίου πρὸς τὰ βρώματα *****σαντας αἰτιάσασθαι τὴν ἐκδοχήν, ἢ εἴπερ τι ἐδύνατο σαφῆ ποιῆσαι τὸν λόγον, ἐχρῆν αὐτὸν διὰ πλειόνων παραμυθήσασθαι κατασκευάζοντα τὴν ἰδίαν ἐκδοχήν. 4, 32 Ὁ δέ εἶπεν αὐτοῖς Ἑγὼ βρῶσιν ἔχω φαγεῖν, ὴν ὑμεῖς οὐκ οἴδατε. Τὸ μὲν ἀνενδεὲς οὐ οὐ βρώσεως, τὸ τὸ δὲ χρῇζον βρώσεως οὐκ ἔσιν ἀνενδεές. καὶ δῆλον ὅτι ὁ ἐσθίων οὐχὶ μὴ χρῄζων βρώσεως ἐσθίει, ἀλλὰ χρῄζων καὶ δεόμενος αὐτῆς.