Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 2-3
Not analysed yet
ἀλλ’ ἐπεὶ ἑωρῶμεν αὐτάρκη περιγραφὴν εἰληφέναι τὸν δωδέκατον τῶν ἐξηγητικῶν ,ἔδοξεν ἡμῖν καταλῆξαι εἰς τὸν τῆς Σαμαρείτιδος λόγον περὶ τοῦ λεγομένου ὑπ' αὐτῆς φρέατος, ὡς ὁ Ἰακὼβ ἔγνωκεν αὐτὸ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, ἴνα ἀρξώμεθα τοῦ τρισκαιδεκάτου ἀπὸ τῆς ἀποκρίσεως τοῦ κυρίου ἡμῶν προς αυτην. 4, 13-14 »Ἀπεκρίθη ὁ Ἰηοοῦς καὶ εἶπεν αὐιῆ̣ · Πᾶς ὁ Πίνο,ν ἐκ τοῦ ὕδαιος τούτου διψήσει Πάλ· ιν· ὃς δ’ ἂν Πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ ***γενήσεται Πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον«.