Ancient Greek
3 to 4
Origen, Commentarii in Evangelium Joannis 3-2-4
Not analysed yet
Δεύτερον τοῦτο ἀποκρίνεται πρὸς τὴν Σαμαρεῖτιν ὁ Ἰησοῦς, πρότερον μὲν λέγων· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ »λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι »ὕδωρ ζῶν«, καὶ νῦν ὡς προτρέπων αὐτὴν ἐπὶ τὸ αἰτῆσαι τὸ ζῶν ὕδωρ λέγει τὰ ἐκκείμενα. καὶ ἐπὶ μὲν τῷ προτέρῳ οὐκ εἶπεν, ἀλλὰ ἐπαπορεῖ περὶ τῆς συγκρίσεως τῶν ὑδάτων ἡ Σαμαρεῖτις· μετὰ δὲ τὴν δευτέραν ἀπόκρισιν τοῦ κυρίου παραδεξαμένη τὰ εἰρημένα φησί· Δός μοι τοῦτο τὸ ὕδωρ‘.